Τρίτη 16 Αυγούστου 2016









Η Κοίμησις τής Υπεραγίας Θεοτόκου


Κοίμηση της Θεοτόκου - Τοιχογραφία καθολικού Ι.Μ. Βατοπαιδίου (1312 μ.Χ.)

Ἀπολυτίκιον 
Ἦχος α’.

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος πλ. β’. Αὐτόμελον.

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Ὁ Οἶκος

Τείχισόν μου τὰς φρένας Σωτήρ μου· τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, τὴν ἄχραντον Μητέρα σου, ἐν πύργῳ ῥημάτων ἐνίσχυσόν με, καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσόν με· σὺ γὰρ βοᾷς τῶν αἰτούντων πιστῶς τὰς αἰτήσεις πληροῦν. Σὺ οὖν μοι δώρησαι γλῶτταν, προφοράν, καὶ λογισμὸν ἀκαταίσχυντον· πᾶσα γὰρ δόσις ἐλλάμψεως παρὰ σοῦ καταπέμπεται φωταγωγέ, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Μεγαλυνάριον

Παρέστης Παρθένε ἐκ δεξιῶν, τοῦ Παμβασιλέως, ὡς Βασίλισσα τοῦ παντός, περιβεβλημένη, ἀθανασίας αἴγλην, ἀρθεῖσα μετὰ δόξης, πρὸς τὰ οὐράνια. 






Δ Ι Α Β Α Σ Τ Ε

Ὁ Ἅγιος Γεράσιμος τῆς Κεφαλονιᾶς





Ο ΑΓΙΟΣ ΓΕΡΑΣΙΜΟΣ (1509 -1579)
 Ο εκ Τρικάλων Κορινθίας θαυματουργός προστάτης των Ορθοδόξων και πολύτιμος πνευματικός θησαυρός της Κεφαλληνίας










Ἀπολυτίκιον
Ἦχος α’. Αὐτόμελον.

Τῶν Ὀρθοδόξων προστάτην καὶ ἐν σώματι ἄγγελον, καὶ θαυματουργὸν θεοφόρον νεοφανέντα ἡμῖν, ἐπαινέσωμεν πιστοὶ θεῖον Γεράσιμον· ὅτι ἀξίως παρὰ Θεοῦ ἀπείληφεν, ἰαμάτων τὴν ἀέναον χάριν· ῥώννυσι τοὺς νοσοῦντας, δαιμονῶντας ἰᾶται· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.

Εὐχαρίστοις ᾄσμασι, τῶν Κεφαλλήνων ἡ νῆσος, προσκαλεῖται σήμερον, τῶν Ὀρθοδόξων τὰ πλήθη, μέγιστον, νεοφανέντα ἀγκωμιάσαι, καύχημα, Ὀρθοδοξίας ἀναφανέντα, τὸν Γεράσιμον τὸν θεῖον, τὸν ῥύστην ταύτης ὁμοῦ καὶ πρόμαχον.

Μεγαλυνάριον

Τῆς ὁμολογίας Χριστιανῶν, ἔθετό σε σὲ στῦλον, ἀδιάσειστον ὀ Θεός, τὸ σεπτόν σου σκῆνος, Γεράσιμε δοὺς πᾶσι, τοῖς ἐναντίοις λίθον, δεινοῦ προσκόμματος.


Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου