ΕΠΕΘΥΜΗΣΕ ΠΟΡΝΗΣ ... ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ


Ἀλλ’, ὅπερ ἔλεγον, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης. Πόρνης ἐπεθύμει ὁ Θεός; Ναί, πόρνης· τῆς φύσεως ἡμετέρας λέγω. Πόρνης ἐπεθύμει ὁ Θεός; Καὶ ἄνθρωπος μέν, ἐὰν ἐπιθυμήσῃ πόρνης, καταδικάζεται, Θεὸς δὲ πόρνης ἐπιθυμεῖ; Καὶ πάνυ. Πάλιν ἄνθρωπος ἐπιθυμεῖ πόρνης, ἵνα γένηται πόρνος. Θεὸς δὲ ἐπιθυμεῖ πόρνης, ἵνα τὴν πόρνην παρθένον ἐργάσηται· ὥστε ἡ ἐπιθυμία τοῦ ἀνθρώπου, ἀπώλεια τῆς ἐπιθυμουμένης· ἡ δὲ ἐπιθυμία τοῦ Θεοῦ, σωτηρία τῇ ἐπιθυμουμένη. Ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης; Καὶ τί; Ἵνα γένηται ὁ νυμφίος. Τὶ ποιεῖ; Οὐ πέμπει πρὸς αὐτὴν οὐδὲν τῶν δούλων, οὐ πέμπει τὸν ἄγγελον πρὸς πόρνην, οὐ πέμπει ἀρχάγγελον, οὐ πέμπει τὰ Χερουβίμ, οὐ πέμπει τὰ Σεραφίμ· ἀλλ’ αὐτὸς παραγίνεται ὁ ἐρῶν. Πάλιν ἔρωτα ἀκούσας, μὴ αἰσθητὸν νόμιζε. Ἔκλεγε τὰ νοήματα ἀπὸ τῶν λέξεων, καθάπερ ἀρίστη μέλιττα ἐφιπταμένη τοῖς ἄνθεσι, καὶ τὸ κηρίον λαμβάνουσα, τὰς δὲ βοτάνας ἐῶσα. Ἐπεθύμησε πόρνης· καὶ τὶ ποιεῖ; Οὐκ ἀνάγει αὐτὴν ἄνω· οὐ γὰρ ἐβούλετο πόρνην εἰς τὸν οὐρανὸν ἀγαγεῖν, ἀλλὰ καταβαίνει αὐτὸς κάτω. Ἐπειδὴ αὐτὴ οὐκ ἠδύνατο ἀναβῆναι ἄνω, αὐτὸς κατέβη κάτω. Πρὸς τὴν πόρνην ἔρχεται, καὶ οὐκ αἰσχύνεται· ἔρχεται εἰς τὴν καλύβην αὐτῆς. Ὁρᾷ αὐτὴν μεθύουσαν. Καὶ πῶς ἔρχεται; Οὐ γυμνῇ τῇ οὐσίᾳ. Ἀλλὰ γίνεται, ὅπερ ἦν ἡ πόρνη, οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φύσει γίνεται τοῦτο, ἵνα μὴ ἰδοῦσα αὐτὸν πτοηθῇ, ἵνα μὴ ἀποπηδήσῃ, ἵνα μὴ φύγῃ. Ἔρχεται πρὸς τὴν πόρνην, καὶ γίνεται ἄνθρωπος. Καὶ πῶς γίνεται; Εἰς μήτραν κυοφορεῖται, αὔξεται κατὰ μικρόν, καὶ ἔρχεται τὴν ὁδὸν τῆς ἡλικίας τῆς ἐμῆς. Τίς; Ἡ οἰκονομία, οὐχ ἡ θεότης· ἡ τοῦ δούλου μορφή, οὐχ ἡ τοῦ Δεσπότου· ἡ σὰρξ ἡ ἐμή, οὐχ ἡ οὐσία ἐκείνου· αὔξεται κατὰ μικρόν, καὶ μίγνυται ἀνθρώποις, καίτοι εὑρίσκει αὐτὴν ἕλκων γέμουσαν, ἐκτεθηριωμένην, ὑπὸ δαιμόνων πεφορτισμένην. Καὶ τὶ ποιεῖ; Προσέρχεται αὐτῇ. Εἶδεν ἐκείνη καὶ ἔφυγε. Καλεῖ μάγους. Τὶ φοβεῖσθε; Οὐκ εἰμι κριτής, ἀλλ’ ἰατρός· «Οὐκ ἦλθον ἵνα κρινῶ τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον». Καλεῖ εὐθέως μάγους. Ὣ καινῶν καὶ παραδόξων πραγμάτων. Αἱ ἀπαρχαὶ εὐθέως μάγοι. Κεῖται ἐν φάτνῃ ὁ τὴν οἰκουμένην βαστάζων, καὶ ἐσπαργάνωται ὁ πάντα περιέπων. Κεῖται ὁ ναός, καὶ ἐνοικεῖ ὁ Θεός. Καὶ ἔρχονται μάγοι, καὶ προσκυνοῦσιν εὐθέως· ἔρχεται τελώνης, καὶ γίνεται εὐαγγελιστής· ἔρχεται πόρνη, καὶ γίνεται παρθένος· ἔρχεται Χαναναία, καὶ ἀπολαύει φιλανθρωπίας. Τοῦτο ἐρῶντος, τὸ μὴ ἀπαιτῆσαι εὐθύνας ἁμαρτημάτων, ἀλλὰ συγχωρῆσαι παρανομήματα πλημμελημάτων. Καὶ τὶ ποιεῖ; Λαμβάνει αὐτήν, ἁρμόζεται αὐτήν. Καὶ τὶ αὐτῇ δίδωσι; Δακτύλιον. Ποῖον; Τὸ Πνεῦμα τὸ ἅγιον. Λέγει Παῦλος· «Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν Θεός, ὁ καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος». Πνεῦμα αὐτῇ δίδωσιν. Εἶτά φησιν· Οὐκ εἰς παράδεισόν σε ἐφύτευσα; Λέγει· ναί. Καὶ πῶς ἐξέπεσες ἐκεῖθεν; Ἦλθεν ὁ διάβολος, καὶ ἔλαβέ με ἀπὸ τοῦ παραδείσου. Ἐφυτεύθης ἐν τῷ παραδείσῳ, καὶ ἔβαλέ σε ἔξω· ἰδοὺ φυτεύω σε ἐν ἐμαυτῷ, ἐγὼ σε βαστάζω. Πῶς; Οὐ τολμᾷ ἐμοὶ προσελθεῖν. Οὐδὲ εἰς τὸν οὐρανὸν σε ἀνάγω· ἀλλὰ μεῖζον ἐνταῦθα τοῦ οὐρανοῦ· ἐν ἐμαυτῷ τῷ Δεσπότῃ τοῦ οὐρανοῦ βαστάζω σε. Ποιμὴν βαστάζει, καὶ ὁ λύκος οὐκέτι ἔρχεται· μᾶλλον δὲ ἀφῶ αὐτὸν καὶ προσελθεῖν. Καὶ βαστάζει τὴν ἡμετέραν φύσιν· καὶ προσέρχεται ὁ διάβολος, καὶ ἡττᾶται. Ἐφύτευσά σε ἐν ἐμαυτῷ. Διὰ τοῦτο λέγει, «Ἐγὼ ἡ ῥίζα, ὑμεῖς τὰ κλήματα»· καὶ ἐφύτευσεν αὐτὴν ἐν ἑαυτῷ. Καὶ τὶ λοιπόν; Ἀλλὰ  ἁμαρτωλὸς εἰμι, φησί, καὶ ἀκάθαρτος. Μὴ σοι μελέτω, ἰατρὸς εἰμι. Οἶδα τὸ σκεῦος τὸ ἐμόν, οἶδα πῶς διεστράφη. Πήλινον ἦν πρὸ τούτου, καὶ διεστράφη. Ἀναπλάττω αὐτὸ διὰ λουτροῦ παλιγγενεσίας, καὶ παραδίδωμι αὐτὸ τῷ πυρί. Ὅρα γάρ· ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐποίησε τὸν ἄνθρωπον· ἔπλασεν αὐτόν. Ἦλθεν ὁ διάβολος, διέστρεψεν αὐτόν. Ἦλθεν αὐτός, ἔλαβε πάλιν, ἀνεφύρασεν αὐτόν, ἀνεχώνευσεν αὐτὸν ἐν τῷ βαπτίσματι, ἀλλ’ οὐκ ἀφῆκεν αὐτῷ πήλινον εἶναι τὸ σῶμα, ἀλλ’ ἐποίησεν αὐτὸ ὀστράκινον. Παρέδωκε τὸν πηλὸν τῷ πυρὶ οὐ Πνεύματος· «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί»· ἐν ὕδατι, ἵνα ἀναπλασθῇ· ἐν πυρί, ἵνα στερεωθῇ. Διὰ τοῦτο ὁ Προφήτης ἄνωθεν προσαγορεύων ἔλεγεν· «Ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς». Οὐκ εἰπεῖν, ὡς σκεύη ὀστράκινα, ἃ ἕκαστος κέκτηται· ἔστι γὰρ σκεύη κεραμέως ἐκεῖνα, ἃ ἐργάζεται ὁ κεραμεὺς ἐν τῷ τροχῷ· ἀλλὰ τὰ σκεύη τοῦ κεραμέως πήλινα, τὰ δὲ ἡμέτερα ὀστράκινα. Προαναφωνῶν οὖν τὴν διὰ τοῦ βαπτίσματος ἀναχώνευσιν, «Ὡς σκεύη, φησί, κεραμέως συντρίψεις αὐτούς». Ἀναπλάττει, λέγει, καὶ χωνεύει. Καταβαίνω εἰς τὸ βάπτισμα, καὶ ἀναπλάττεταί μου τὸ σχῆμα, καὶ ἀναχωνεύει τοῦ Πνεύματος τὸ πῦρ, καὶ γίνεται ὀστράκινον. Ὅτι δὲ οὐ κόμπος τὰ ῥήματα, ἄκουσον τοῦ Ἰώβ· «Ἐποίησε δὲ ἡμᾶς πηλόν»· ὁ δὲ Παῦλος· «Ἔχοντες δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν». Ἀλλὰ βλέπε ὀστράκου ἰσχύν. Οὐ γὰρ πυρὶ ὤπτηται, ἀλλὰ Πνεύματι. Πῶς ὀστράκινον; «Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην», καὶ τὸ ὀστράκινον σκεῦος οὐ κατεκλάσθη. «Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα». Ἐν τῷ βυθῷ πεποίηκεν, καὶ τὸ ὀστράκινον οὐ διελύθη· ἐναυάγησε, καὶ ὁ θησαυρὸς οὐκ ἀπώλετο· τὸ πλοῖον ὑποβρύχιον, καὶ φόρτος ἔπλευσεν. «Ἔχοντες δὲ τὸν θησαυρόν». Ποῖον θησαυρόν; Πνεύματος χορηγίαν, δικαιοσύνην, ἁγιασμόν, ἀπολύτρωσιν. Ποῖον; Εἰπὲ μοι. «Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἐγεῖραι καὶ περιπάτει. Αἰνέᾳ, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. Σοὶ λέγω, τὸ πονηρὸν πνεῦμα, ἄπελθε ἀπ’ αὐτοῦ». ιβ’. Εἶδες θησαυρὸν βασιλικῶν θησαυρῶν λαμπρότερον; Τὶ γὰρ τοιοῦτον δύναται ποιήσειν μαργαρίτης βασιλέως, οἷον ῥήματα Ἀποστόλου; Ἐπίθες μυρία διαδήματα νεκρῶν, καὶ οὐκ ἐγείρεται· ἓν δὲ ῥῆμα ἐξῆλθεν Ἀποστόλου, καὶ στασιάζουσαν τὴν φύσιν ἐπανήγαγε, καὶ πρὸς τὸ ἀρχαῖον ἀποκατέστησεν. «Ἔχοντε δὲ τὸν θησαυρὸν τοῦτον». Ὣ θησαυρὸς οὐ τηρούμενος μόνον, ἀλλὰ καὶ τηρῶν τὸν οἶκον, ἔνθα ἀπόκειται. Συνῆκας τὶ εἶπον; Οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες, ὅταν ἔχωσι θησαυρούς, μεγάλους οἴκους κατασκευάζουσιν, οἷον τοίχους, μοχλούς, θύρας, φυλακάς, κλεῖθρα, ἵνα τηρηθῇ θησαυρός· ὁ Χριστὸς δὲ τοὐναντίον ἐποίησεν· οὐκ ἐν λιθίνῳ, ἀλλ’ ἐν ὀστρακίνῳ σκεύει τὸν θησαυρὸν ἕηκεν. Εἰ μέγας ὁ θησαυρόν, διὰ τὶ τὸ σκεῦος ἀσθενές; Ἀλλὰ μὴ διὰ τοῦτο ἀσθενὲς τὸ σκεῦος, ἐπειδὴ μέγας ὁ θησαυρός· οὐ γὰρ τηρεῖται ὑπὸ τοῦ σκεύους, ἀλλ’ αὐτὸς τηρεῖ τὸ σκεῦος. Τίθημι ἐγὼ τὸν θησαυρόν, τὶς δύναται λοιπὸν κλέψαι; Ἦλθον ὁ διάβολος, ἦλθεν ἡ οἰκουμένη, ἦλθον μύριοι, καὶ τὸν θησαυρὸν οὐκ ἔκλεψαν· ἐμαστίχθη, καὶ ὁ θησαυρὸς οὐ προεδόθη· κατεποντίσθη εἰς θάλασσαν, καὶ ναυάγιον οὐκ ἐποίησεν· ἀπέθανε, καὶ ὁ θησαυρὸς μένει. Ἔδωκε τοίνυν τὸν ἀῤῥαβῶνα. Ποῦ εἰσιν οἱ τοῦ Πνεύματος τὴν ἀξίαν βλασφημοῦντες; Προσέχετε. «Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ἡμῖν εἰς Χριστὸν Θεός, ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος». Ἴστε πάντες ὑμεῖς, ὅτι ὁ ἀῤῥαβὼν μέρος ἐστὶ μικρὸν τοῦ παντός· ὅπως ἄκουε. Ἀπέρχεταί τις ἀγοράσαι οἰκίαν πολλῆς τιμῆς, καὶ λέγει· Δὸς μοὶ ἀῤῥαβῶνα, ἵνα θαῤῥῶ. Ἀπέρχεταί τις γυναῖκα ἀγαγέσθαι, προῖκα συντίθησι καὶ πράγματα, καὶ λέγει· Δὸς μοι ἀῤῥαβῶνα. Πρόσχες· καὶ ἐν πράσει δούλου ἀῤῥαβών, καὶ ἐν πᾶσι τοῖς συναλλάγμασιν ἀῤῥαβών. Ἐπεὶ οὖν ὁ Χριστὸς συνάλλαγμα μεθ’ ἡμῶν ἐποίει (καὶ γὰρ ὡς νύμφην με ἔμελλε λαμβάνειν), καὶ προῖκά μοι γράφει, οὐ χρημάτων, ἀλλ’ αἵματος. Προῖκα δὲ μοι ταύτην γράφει τῶν ἀγαθῶν τὴν ἀντίδοσιν, «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». Ἔγραψε τοίνυν εἰς τὴν προῖκα ἀθανασίαν, αἶνον μετὰ ἀγγέλων, ἀπαλλαγὴν θανάτου, ἐλευθερίαν ἁμαρτίας, κληρονομίαν βασιλείας (πολὺς ὁ πλοῦτος), δικαιοσύνην, ἁγιασμόν, ἀπαλλαγὴν τῶν παρόντων, εὕρεσιν τῶν μελλόντων. Μεγάλη μοι ἦν ἡ προίξ. Πρόσχες μετὰ ἀκριβείας· βλέπε τὶ ποιεῖ. Ἦλθε λαβεῖν τὴν πόρνην, λέγω γὰρ αὐτήν, ὡς ἦν ἀκάθαρτος, ἵνα μάθῃς τοῦ νυμφίου τὸν ἔρωτα. Ἦλθεν, ἔλαβέ μέ, γράφει μοι προῖκα· λέγει· δίδωμί σοι πλοῦτον τὸν ἐμόν; Πῶς; Ἀπώλεσας, λέγει, παράδεισον; Λάβε αὐτόν. Ἀπώλεσας, λέγει τὸ εὐειδές; Λάβε αὐτό· λάβε ταῦτα πάντα. Ἀλλ’ ἡ προὶξ μου οὐκ ἐδόθη μοι ὧδε. ιγ’. Πρόσεχε, διὰ τοῦτο εἰς τὴν προῖκα ταύτην προλέγει· ἔγραψέ μοι ἐν τῇ προικὶ ἀνάστασιν σωμάτων, ἀφθαρσίαν. Οὐ γὰρ ἀκολουθεῖ πάντων τῆς ἀναστάσει ἡ ἀφθαρσία, ἀλλὰ δύο ἦν ταῦτα. Καὶ γὰρ πολλοὶ ἀνέστησαν, καὶ πάλιν ἔπεσον, ὥσπερ ὁ Λάζαρος, καὶ τὰ σώματα τῶν ἁγίων. Ἀλλ’ οὗτος οὐχ οὕτως, ἀλλ’ ἀνάστασιν, ἀφθαρσίαν, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν τοῦ Υἱοῦ ἀπάντησιν ἐν νεφέλαις, καὶ τό, «Οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα», τὴν ἀπαλλαγὴν τοῦ θανάτου, τὴν ἐλευθερίαν τῆς ἁμαρτίας, τὸν καταποντισμὸν τῆς τελευτῆς. Ποῖον ἐκεῖνον; «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». Ἀγαθὰ μοι δίδως, ἃ οὐκ οἶδα; Λέγει, Ναί· ὧδε ἁρμόζω, ὧδέ με φίλει. Εἰς τὶ οὐ δίδως μοι τὴν προῖκα ὧδε; Ὅταν ἔλθῃς πρὸς τὸν Πατέρα μού, ὅταν ἔλθῃς εἰς τὰς βασιλικὰς αὐλάς. Ἐγὼ πρὸς σὲ ἦλθον, μὴ γὰρ σὺ πρὸς μέ; Ἦλθον οὐχ ἵνα μείνῃς, ἀλλ’ ἵνα λάβω σε καὶ ἀνέλθω. Μὴ ζητεῖ ὧδε τὴν προῖκα· πάντα ἐν ἐλπίδι, πάντα ἐν πίστει. Καὶ οὐδὲν μοι δίδως ἐνταῦθα; Λέγε· Λάβε ἀῤῥαβῶνα, ἵνα μοι πιστεύσῃς περὶ τοῦ μέλλοντος· λάβε ὑπόβολα, λάβε καὶ μνῆστρα. Διὰ τοῦτο Παῦλος λέγει, «Ἡρμοσάμην γὰρ ὑμᾶς». Ὡς μνῆστρα ἔδωκεν ἡμῖν τὰ παρόντα ὁ Θεός· μνῆστρά ἐστι τὰ παρόντα, ἀῤῥαβὼν ἐστιν· ἡ προὶξ ὅλη ἐκεῖ μένει. Πῶς; Ἐγὼ λέγω· ὧδε γηρῶ, ἐκεῖ οὐ γηρῶ· ὧδε θνήσκω, ἐκεῖ οὐ θνήσκω· ὧδε λυποῦμαι, ἐκεῖ οὐ λυποῦμαι· ὧδε πενία, καὶ νόσος, καὶ ἐπιβουλαί, ἐκεῖ οὐδὲν τοιοῦτον· ὧδε σκότος, καὶ φῶς, ἐκεῖ φῶς μόνον· ὧδε ἐπιβουλή, ἐκεῖ ἐλευθερία· ὧδε νόσος, ἐκεῖ ὑγίεια· ὧδε ζωὴ ἔχουσα τέλος, ἐκεῖ ζωὴ οὐκ ἔχουσα τέλος· ὧδε ἁμαρτία, ἐκεῖ δικαιοσύνη, ἁμαρτία δὲ οὐδαμοῦ· ὧδε φθόνος, ἐκεῖ οὐδὲν τοιοῦτον. Δὸς μοι, φησίν, ταῦτα. Ἀνάμενε, ἵνα καὶ οἱ σύνδουλοί σου σωθῶσιν, ἀνάμενε. Ὁ βεβαιῶν ἡμᾶς, καὶ δοὺς ἡμῖν τὸ ἀῤῥαβῶνα. Ποῖον ἀῤῥαβῶνα; Τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ Πνεύματος τὴν χορηγίαν. Ἀλλὰ λέγω περὶ τοῦ Πνεύματος. Ἔδωκε τοῖς ἀποστόλοις τὸν δακτύλιον, εἰπών· Λάβετε καὶ δότε πᾶσιν. Ὁ δακτύλιος μερίζεται; Μερίζεται καὶ οὐ διαιρεῖται· μερίζεται καὶ οὐκ ἀναλίσκεται. Μάθε Πνεύματος χορηγίαν· ἔλαβε πατρός, ἔλαβε καὶ Παῦλος Πνεῦμα ἅγιον. Περιῆλθεν τὴν οἰκουμένην, ἁμαρτωλοὺς ἀπήλλαττεν ἁμαρτημάτων, χωλοὺς διώρθου, γυμνοὺς ἐνέδυε, νεκροὺς ἤγειρε, λεπροὺς ἐκαθάριζε, διάβολον ἐπεστόμιζε, δαίμονας ἀπέπνιγε, τῷ Θεῷ διελέγετο, Ἐκκλησίαν ἐφύτευσε, ναοὺς κατέσκαψε, βωμοὺς ἀνέτρεψε, τὴν κακίαν ἔλυσε, τὴν ἀρετὴν ἐφύτευσε, τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε. ιδ’. Ταῦτα πάντα ἦμεν. Ἀῤῥαβὼν ἐπλήρωσε τὴν οἰκουμένην ἅπασαν. Ἅπασαν δὲ ὅταν εἴπω, λέγω, ὅσην ἥλιος ἐφορᾷ γῆν, θάλασσαν, νήσους, ὄρη, νάπας, καὶ βουνούς. Περιῆλθε καθάπερ ὑπόπτερος ὁ Παῦλος ἑνὶ στόματι παλαιῶν, ὁ σκηνοποιός, ὁ σμίλην μεταχειριζόμενος, καὶ δέρματα ῥάπτων· καὶ αὕτη ἡ τέχνη κώλυμα τῇ ἀρετῇ οὐκ ἐγένετο, ἀλλ’ ὁ σκηνοποιὸς δαιμόνων ἰσχυρότερος, ὁ ἄστομος φιλοσόφων φιλοσοφώτερος. Πόθεν; Ἔλαβε τὸν ἀῤῥαβῶνα, ἐβάσταζε τὸν δακτύλιον καὶ περιέφερεν. Ἔβλεπον πάντες, ὅτι Βασιλεὺς ἡρμόσατο τὴν φύσιν ἡμῶν· εἶδεν ὁ δαίμων, καὶ ἀνεχώρει· εἶδε τὸν ἀῤῥαβῶνα, καὶ ἔτρεμε, καὶ ὑπεχώρει· ἱμάτια ἔβλεπε, καὶ ἐδραπέτευεν. Ὣ δύναμις Πνεύματος! Οὐ ψυχῇ ἔδωκε τὴν ἐξουσίαν, οὐ σώματι, ἀλλὰ καὶ ἱματίῳ· οὐχ ἱματίῳ, ἀλλὰ καὶ σκιᾷ. Περιῄει ὁ Πέτρος, καὶ ἡ σκιὰ αὐτοῦ νόσους ἐφυγάδευε, καὶ δαίμονας ἀπήλαυνε, καὶ νεκροὺς ἤγειρεν.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου